Psalms 68

1
LXX: Psa.67:1
Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμὸς ᾠδῆς.
LXX: Psa.67:2
Ἀναστήτω θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ.
2
LXX: Psa.67:3
ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ.
3
LXX: Psa.67:4
καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.
4
LXX: Psa.67:5
ᾄσατε τῷ θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ. ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ,
5
LXX: Psa.67:6
τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.
6
LXX: Psa.67:7
θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις.
7
LXX: Psa.67:8
θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ διάψαλμα
8
LXX: Psa.67:9
γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν, ἀπὸ προσώπου τοῦ θεοῦ τοῦτο Σινα, ἀπὸ προσώπου τοῦ θεοῦ Ισραηλ.
9
LXX: Psa.67:10
βροχὴν ἑκούσιον ἀφοριεῖς, θεός, τῇ κληρονομίᾳ σου, καὶ ἠσθένησεν, σὺ δὲ κατηρτίσω αὐτήν.
10
LXX: Psa.67:11
τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ· ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, θεός.
11
LXX: Psa.67:12
κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ,
12
LXX: Psa.67:13
βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.
13
LXX: Psa.67:14
ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. διάψαλμα.
14
LXX: Psa.67:15
ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς χιονωθήσονται ἐν Σελμων.
15
LXX: Psa.67:16
ὄρος τοῦ θεοῦ ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον.
16
LXX: Psa.67:17
ἵνα τί ὑπολαμβάνετε, ὄρη τετυρωμένα, τὸ ὄρος, εὐδόκησεν θεὸς κατοικεῖν ἐν αὐτῷ; καὶ γὰρ κύριος κατασκηνώσει εἰς τέλος.
17
LXX: Psa.67:18
τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· κύριος ἐν αὐτοῖς ἐν Σινα ἐν τῷ ἁγίῳ.
18
LXX: Psa.67:19
ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώπῳ, καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι. κύριος θεὸς εὐλογητός,
19
LXX: Psa.67:20
εὐλογητὸς κύριος ἡμέραν καθ' ἡμέραν, κατευοδώσει ἡμῖν θεὸς τῶν σωτηρίων ἡμῶν. διάψαλμα.
20
LXX: Psa.67:21
θεὸς ἡμῶν θεὸς τοῦ σῴζειν, καὶ τοῦ κυρίου κυρίου αἱ διέξοδοι τοῦ θανάτου.
21
LXX: Psa.67:22
πλὴν θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν.
22
LXX: Psa.67:23
εἶπεν κύριος Ἐκ Βασαν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης,
23
LXX: Psa.67:24
ὅπως ἂν βαφῇ πούς σου ἐν αἵματι, γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ' αὐτοῦ.
24
LXX: Psa.67:25
ἐθεωρήθησαν αἱ πορεῖαί σου, θεός, αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ.
25
LXX: Psa.67:26
προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.
26
LXX: Psa.67:27
ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, τὸν κύριον ἐκ πηγῶν Ισραηλ.
27
LXX: Psa.67:28
ἐκεῖ Βενιαμιν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ιουδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλων, ἄρχοντες Νεφθαλι.
28
LXX: Psa.67:29
ἔντειλαι, θεός, τῇ δυνάμει σου, δυνάμωσον, θεός, τοῦτο, κατειργάσω ἡμῖν.
29
LXX: Psa.67:30
ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ιερουσαλημ σοὶ οἴσουσιν βασιλεῖς δῶρα.
30
LXX: Psa.67:31
ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ· διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.
31
LXX: Psa.67:32
ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ.
32
LXX: Psa.67:33
αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ θεῷ, ψάλατε τῷ κυρίῳ. διάψαλμα.
33
LXX: Psa.67:34
ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ ουρανου κατὰ ἀνατολάς· ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.
34
LXX: Psa.67:35
δότε δόξαν τῷ θεῷ· ἐπὶ τὸν Ισραηλ μεγαλοπρέπεια αὐτοῦ, καὶ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.
35
LXX: Psa.67:36
θαυμαστὸς θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· θεὸς Ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. εὐλογητὸς θεός.
Copyright information for LXX